Posts

Showing posts from January, 2026

Κλέο 23—24 کلیو ٢٣ تا ٢٤

Image
پیریاندرُس بن کیپسِیلُس کا مجسمہ 23. [1]. Περίανδρος δὲ ἦν Κυψέλου παῖς οὗτος ὁ τῷ Θρασυβούλῳ τὸ χρηστήριον μηνύσας· ἐτυράννευε δὲ ὁ Περίανδρος Κορίνθου· τῷ δὴ λέγουσι Κορίνθιοι (ὁμολογέουσι δέ σφι Λέσβιοι) ἐν τῷ βίῳ θῶμα μέγιστον παραστῆναι, Ἀρίονα τὸν Μηθυμναῖον ἐπὶ δελφῖνος ἐξενειχθέντα ἐπὶ Ταίναρον, ἐόντα κιθαρῳδὸν τῶν τότε ἐόντων οὐδενὸς δεύτερον, καὶ διθύραμβον πρῶτον ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν ποιήσαντά τε καὶ ὀνομάσαντα καὶ διδάξαντα ἐν Κορίνθῳ. اور پیریاندرُس، جو کیپسِیلُس کا بیٹا تھا، یہی وہ شخص ہے جس نے تھراسِی بُولُس کو وہ پیش گوئی (وحیِ معبد) پہنچائی تھی۔ پیریاندرُس ہی کرنتھ کا جابر حکمران (طاغیہ) تھا۔ اس کے بارے میں کرنتھی بیان کرتے ہیں اور لیسبیائی بھی اس کی تصدیق کرتے ہیں کہ اس کی زندگی میں ایک نہایت عظیم اور حیرت انگیز واقعہ پیش آیا: یعنی آریونِ میتھِمْنائی کو ایک ڈالفن نے اٹھا کر تائینارون تک پہنچا دیا۔ آریون اس زمانے کے تمام قیثار نوازوں میں بے مثال تھا، اور وہ پہلا انسان تھا جسے ہم جانتے ہیں جس نے دی تھی رامب کی صنف کو ترتیب دیا، اسے یہ نام دیا، اور کرنتھ میں اس کی تع...

Κλέο 15—22 کلیو ١٥ تا ۲۲

Image
گیگس کے بعد کِمّیری گھُڑ سوار 15.[1] Ἄρδυος δὲ τοῦ Γύγεω μετὰ Γύγην βασιλεύσαντος μνήμην ποιήσομαι. οὗτος δὲ Πριηνέας τε εἷλε ἐς Μίλητόν τε ἐσέβαλε, ἐπὶ τούτου τε τυραννεύοντος Σαρδίων Κιμμέριοι ἐξ ἠθέων ὑπὸ Σκυθέων τῶν νομάδων ἐξαναστάντες ἀπίκοντο ἐς τὴν Ἀσίην καὶ Σάρδις πλὴν τῆς ἀκροπόλιος εἷλον.  گیگس کے بعد ڡ۱ جب آردُیوس نے حکومت کی تو میں اس کا بھی ذکر کروں گا۔ اس نے پریئنے کو فتح کیا اور میلیطُس پر حملہ کیا۔ اسی کے عہدِ حکومت میں، جب وہ ساردیس میں اقتدار پر تھا، کِمّیری لوگ جو خانہ بدوش سکیتیوں کے ہاتھوں اپنی بستیوں سے بے دخل ہو گئے تھے ایشیاء میں آ پہنچے اور ساردیس کو (قلعہ/اکروپولس کے سوا) فتح کر لیا۔ 16. [1] Ἄρδυος δὲ βασιλεύσαντος ἑνὸς δέοντα πεντήκοντα ἔτεα ἐξεδέξατο Σαδυάττης ὁ Ἄρδυος, καὶ ἐβασίλευσε ἔτεα δυώδεκα, Σαδυάττεω δὲ Ἀλυάττης. [2] οὗτος δὲ Κυαξάρῃ τε τῷ Δηιόκεω ἀπογόνῳ ἐπολέμησε καὶ Μήδοισι, Κιμμερίους τε ἐκ τῆς Ἀσίης ἐξήλασε, Σμύρνην τε τὴν ἀπὸ Κολοφῶνος κτισθεῖσαν εἷλε, ἐς Κλαζομενάς τε ἐσέβαλε. ἀπὸ μέν νυν τούτων οὐκ ὡς ἤθελε ἀπήλλαξε, ἀλλὰ προσπταίσας μεγ...

Κλέο 7—14 کلیو ٧ تا ١٤

Image
 کَنداولیس کی بربادی اور گیگس کا عُرُوج کَنداولیس کا گیگس کو مجبور کرنا کہ وہ ملکہ کو برہنہ دیکھے 7. [1]. ἡ δὲ ἡγεμονίη οὕτω περιῆλθε, ἐοῦσα Ἡρακλειδέων ἐς τὸ γένος τὸ Κροίσου, καλεομένους δὲ Μερμνάδας. [2] ἦν Κανδαύλης, τὸν οἱ Ἕλληνές Μυρσίλον ὀνομάζουσι, τύραννος Σαρδίων, ἀπόγονος δὲ Ἀλκαίου τοῦ Ἡρακλέος. Ἄγρων μὲν γὰρ ὁ Νίνου τοῦ Βήλου τοῦ Ἀλκαίου πρῶτος Ἡρακλειδέων βασιλεὺς ἐγένετο Σαρδίων, Κανδαύλης δὲ ὁ Μύρσου ὕστατος. [3] οἱ δὲ πρότερον Ἄγρωνος βασιλεύσαντες ταύτης τῆς χώρης ἦσαν ἀπόγονοὶ Λυδοῦ τοῦ Ἄτυος, ἀπ᾽ ὅτευ ὁ δῆμος Λύδιος ἐκλήθη ὁ πᾶς οὗτος, πρότερον Μηίων καλεόμενος. [4] παρὰ τούτων Ἡρακλεῖδαι ἐπιτραφθέντες ἔσχον τὴν ἀρχήν ἐκ θεοπροπίου, ἐκ δούλης τε τῆς Ἰαρδάνου γεγονότες καὶ Ἡρακλέος, ἄρξαντες μὲν ἐπὶ δύο τε καὶ εἴκοσι γενεᾶς ἀνδρῶν ἔτεα πέντε τε καὶ πεντακόσια, παῖς παρὰ πατρὸς ἐκδεκόμενος τὴν ἀρχήν, μέχρι Κανδαύλεω τοῦ Μύρσου.  یوں اقتدار منتقل ہو کر ہرقل کی نسل ڡ۱ سے نکل کر کروئسس کے خاندان تک آ پہنچا، جنہیں مرمنادی کہا جاتا تھا۔ ان میں کَنداولیس تھا، جسے ی...

Κλέο 1—6 کلیو ۱ تا ٦

Image
ΗΡΟΔΟΤΟΥ ΙΣΤΟΡΙΑΙ  A  آرگوس کا کھنڈر 1. Ἡροδότου Ἁλικαρνησσέος ἱστορίης ἀπόδεξις ἥδε, ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται, μήτε ἔργα μεγάλα τε καὶ θωμαστά, τὰ μὲν Ἕλλησι τὰ δὲ βαρβάροισι ἀποδεχθέντα, ἀκλεᾶ γένηται, τά τε ἄλλα καὶ δι᾽ ἣν αἰτίην ἐπολέμησαν ἀλλήλοισι.  [1].  Περσέων μέν νυν οἱ λόγιοι Φοίνικας αἰτίους φασί γενέσθαι τῆς διαφορῆς. τούτους γὰρ ἀπό τῆς Ἐρυθρῆς καλεομένης θαλάσσης ἀπικομένους ἐπὶ τήνδε τὴν θάλασσαν, καὶ οἰκήσαντας τοῦτον τὸν χῶρον τὸν καὶ νῦν οἰκέουσι, αὐτίκα ναυτιλίῃσι μακρῇσι ἐπιθέσθαι, ἀπαγινέοντας δὲ φορτία Αἰγύπτιά τε καὶ Ἀσσύρια τῇ τε ἄλλῃ ἐσαπικνέεσθαι καὶ δὴ καὶ ἐς Ἄργος.  [2].  τὸ δὲ Ἄργος τοῦτον τὸν χρόνον προεῖχε ἅπασι τῶν ἐν τῇ νῦν Ἑλλάδι καλεομένῃ χωρῇ. ἀπικομένους δὲ τούς Φοίνικας ἐς δὴ τὸ Ἄργος τοῦτο διατίθεσθαι τὸν φόρτον.  [3]. πέμπτῃ δὲ ἢ ἕκτῃ ἡμέρῃ ἀπ᾽ ἧς ἀπίκοντο, ἐξεμπολημένων σφι σχεδόν πάντων, ἐλθεῖν ἐπὶ τὴν θάλασσαν γυναῖκας ἄλλας τε πολλάς καὶ δὴ καὶ τοῦ βασιλέος θυγατέρα· τὸ δέ οἱ ...